Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.173 Joseph. AJ 20.177 (English) >>Joseph. AJ 20.183

20.175πάλιν γὰρ οἱ κατὰ τὴν πόλιν Ἰουδαῖοι τῷ πλούτῳ θαρροῦντες καὶ διὰ τοῦτο καταφρονοῦντες τῶν Σύρων ἐβλασφήμουν εἰς αὐτοὺς ἐρεθίσειν προσδοκῶντες. 20.176οἱ δὲ χρήμασιν μὲν ἡττώμενοι, μέγα δὲ φρονοῦντες ἐπὶ τῷ τοὺς πλείστους τῶν ὑπὸ Ῥωμαίοις ἐκεῖ στρατευομένων Καισαρεῖς εἶναι καὶ Σεβαστηνοὺς μέχρι μέν τινος καὶ αὐτοὶ τοὺς Ἰουδαίους λόγῳ ὕβριζον, εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὺς παρʼ ἀμφότερα τρωθῆναί τε καὶ πεσεῖν συνέβη· νικῶσί γε μὴν Ἰουδαῖοι. 20.177Φῆλιξ δʼ ὡς ἐθεάσατο φιλονεικίαν ἐν πολέμου τρόπῳ γενομένην προπηδήσας παύεσθαι τοὺς Ἰουδαίους παρεκάλει, μὴ πειθομένοις δὲ τοὺς στρατιώτας ὁπλίσας ἐπαφίησι καὶ πολλοὺς μὲν αὐτῶν ἀνεῖλεν, πλείους δὲ ζῶντας ἔλαβεν, οἰκίας δέ τινας τῶν ἐν τῇ πόλει πολλῶν πάνυ χρημάτων γεμούσας διαρπάζειν ἐφῆκεν. 20.178οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ προύχοντες κατὰ τὴν ἀξίωσιν δείσαντες περὶ ἑαυτῶν παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι τῇ σάλπιγγι καὶ φείσασθαι τὸ λοιπὸν αὐτῶν δοῦναί τε μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις. καὶ Φῆλιξ ἐπείσθη. 20.179

Κατὰ τοῦτον τὸν καιρὸν βασιλεὺς Ἀγρίππας δίδωσιν τὴν ἀρχιερωσύνην Ἰσμαήλῳ· Φαβεῖ παῖς οὗτος ἦν. 20.180ἐξάπτεται δὲ καὶ τοῖς ἀρχιερεῦσι στάσις πρὸς τοὺς ἱερεῖς καὶ τοὺς πρώτους τοῦ πλήθους τῶν Ἱεροσολυμιτῶν, ἕκαστός τε αὐτῶν στῖφος ἀνθρώπων τῶν θρασυτάτων καὶ νεωτεριστῶν ἑαυτῷ ποιήσας ἡγεμὼν ἦν, καὶ συρράσσοντες ἐκακολόγουν τε ἀλλήλους καὶ λίθοις ἔβαλλον. δʼ ἐπιπλήξων ἦν οὐδὲ εἷς, ἀλλʼ ὡς ἐν ἀπροστατήτῳ πόλει ταῦτʼ ἐπράσσετο μετʼ ἐξουσίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.173 Joseph. AJ 20.177 (English) >>Joseph. AJ 20.183

Powered by PhiloLogic